Seba.Health

The Iliad 18.310–323

The Iliad 18.310–323
the whole night through made moan in lamentation for Patroclus. And among them the son of Peleus began the vehement lamentation, laying his man-slaying hands upon the breast of his comrade and uttering many a groan, even as a bearded lion whose whelps some hunter of stags hath snatched away from out the thick wood; and the lion coming back thereafter grieveth sore, and through many a glen he rangeth on the track of the footsteps of the man, if so be he may anywhere find him; for anger exceeding grim layeth hold of him. Even so with heavy groaning spake Achilles among the Myrmidons:
ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ ὕλης ἐκ πυκινῆς· δέ τʼ ἄχνυται ὕστερος ἐλθών, πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ· ὣς βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·
Read in context →