Seba.Health

The Iliad 18.128–137

Thetis to Achilles · divine
The Iliad 18.128–137
But thy goodly armour is held among the Trojans, thine armour of bronze, all gleaming-bright. This doth Hector of the flashing helm wear on his own shoulders, and exulteth therein. Yet I deem that not for long shall he glory therein. seeing his own death is nigh at hand. But do thou not enter into the turmoil of Ares until thine eyes shall behold me again coming hither. For in the morning will I return at the rising of the sun, bearing fair armour from the lord Hephaestus.
ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον. ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ φημι δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ. ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.
Read in context →