Seba.Health

The Iliad 17.737–751

The Iliad 17.737–751
Even so against them as they went came ever the ceaseless din of chariots and of spearmen. But as mules that, putting forth on either side their great strength, drag forth from the mountain down a rugged path a beam haply, or a great ship-timber, and within them their hearts as they strive are distressed with toil alike and sweat; even so these hasted to bear forth the corpse. And behind them the twain Aiantes held back the foe, as a ridge holdeth back a flood —some wooded ridge that chanceth to lie all athwart a plain and that holdeth back even the dread streams of mighty rivers, and forthwith turneth the current of them all to wander over the plain, neither doth the might of their flood avail to break through it; even so the twain Aiantes ever kept back the battle of the Trojans, but these ever followed after and two among them above all others, even Aeneas, Anchises' son, and glorious Hector.
ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο. ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν· οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν· ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·
Read in context →