Seba.Health

The Iliad 17.106–119

The Iliad 17.106–119
that dogs and men drive from a fold with spears and shouting; and the valiant heart in his breast groweth chill, and sore loth he fareth from the farmstead; even so from Patroclus went fair-haired Menelaus. But he turned him about and stood, when he reached the throng of his comrades, glancing this way and that for great Aias, son of Telamon. Him he marked full quickly on the left of the whole battle, heartening his comrades, and urging them on to fight, for wondrous fear had Phoebus Apollo cast upon them. And he set him to run, and straightway came up to him, and spake, saying:
εἷος ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ. αὐτὰρ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο· ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος. στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι· θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
Read in context →