Seba.Health

The Iliad 16.160–174

The Iliad 16.160–174
and in a pack they go to lap with their slender tongues the surface of the black water from a dusky spring, belching forth the while blood and gore, the heart in their breasts unflinching, and their bellies gorged full; even in such wise the leaders and rulers of the Myrmidons sped forth round about the valiant squire of the swift-footed son of Aeacus. And among them all stood warlike Achilles, urging on both horses and men that bear the shield. Fifty were the swift ships which Achilles, dear to Zeus, led to Troy, and in each ship at the thole-pins were fifty men, his comrades; and five leaders had he appointed in whom he trusted to give command, and himself in his great might was king over all. The one rank was led by Menesthius of the flashing corselet, son of Spercheius, the heaven-fed river.
καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ· τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς, ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι· πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε. τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·
Read in context →