Seba.Health

The Iliad 15.78–89

The Iliad 15.78–89
And even as swiftly darteth the mind of a man who hath travelled over far lands and thinketh in the wisdom of his heart, Would I were here, or there, and many are the wishes he conceiveth: even so swiftly sped on in her eagerness the queenly Hera; and she came to steep Olympus, and found the immortal gods gathered together in the house of Zeus, and at sight of her they all sprang up, and greeted her with cups of welcome. She on her part let be the others, but took the cup from Themis, of the fair cheeks, for she ran first to meet her, and spake, and addressed her with winged words:
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ ἔνθʼ εἴην ἔνθα, μενοινήῃσί τε πολλά, ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη· ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν. δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα, καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
Read in context →