Seba.Health

The Iliad 15.682–696

The Iliad 15.682–696
even so Aias kept ranging with long strides over the many decks of the swift ships, and his voice went up to heaven, as ever with terrible cries he called to the Danaans to defend their ships and huts. Nor did Hector abide amid the throng of the mail-clad Trojans, but as a tawny eagle darteth upon a flock of winged fowl that are feeding by a river's bank—a flock of wild geese, or cranes, or long-necked swans, even so Hector made for a dark-prowed ship, rushing straight thereon; and from behind Zeus thrust him on with exceeding mighty hand, and aroused the host together with him.
λαοφόρον καθʼ ὁδόν· πολέες τέ θηήσαντο ἀνέρες ἠδὲ γυναῖκες· δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται· ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν, αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων· ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων χηνῶν γεράνων κύκνων δουλιχοδείρων, ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ. αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·
Read in context →