Seba.Health

The Iliad 15.330–344

The Iliad 15.330–344
the one a leader of the brazen-coated Boeotians, and the other a trusty comrade of great-souled Menestheus; and Aeneas slew Medon and Iasus. The one verily, Medon, was a bastard son of godlike Oïleus, and brother of Aias, but he dwelt in Phylace far from his native land, for that he had slain a man of the kin of his stepmother, Eriopis that Oïleus had to wife; and Iasus was a captain of the Athenians, and was called the son of Sphelus, son of Bucolus. And Mecisteus did Polydamas slay, and Polites slew Echius in the forefront of the fight, and Clonius was slain of goodly Agenor. And Deïochus did Paris smite from behind, as he fled amid the foremost fighters, upon the base of the shoulder, and drave the bronze clean through.
τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. ἤτοι μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ. Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
Read in context →