Seba.Health

The Iliad 14.506–520

The Iliad 14.506–520
when once the famed Shaker of Earth had turned the battle. Aias verily was first, the son of Telamon. He smote Hyrtius, the son of Gyrtius, leader of the Mysians stalwart of heart; and Antilochus stripped the spoils from Phalces and Mermerus, and Meriones slew Morys and Hippotion, and Teucer laid low Prothoön and Periphetes,; thereafter Atreus' son smote with a thrust in the flank Hyperenor, shepherd of the host, and the bronze let forth the bowels, as it clove through, and his soul sped hastening through the stricken wound, and darkness enfolded his eyes. But most men did Aias slay, the swift son of Oïleus; for there was none other like him to pursue with speed of foot amid the rout of men, when Zeus turned them to flight.
ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην· Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·
Lattimore commentary
The life force (psykhê) escaping through a wound is an unusually specific anatomical detail within the poem’s conventions for the representation of death.
Read in context →