Seba.Health

The Iliad 14.233–241

Hera to Hypnus · divine
The Iliad 14.233–241
and I will owe thee thanks all my days. Lull me to sleep the bright eyes of Zeus beneath his brows, so soon as I shall have lain me by his side in love. And gifts will I give thee, a fair throne, ever imperishable, wrought of gold, that Hephaestus, mine own son, the god of the two strong arms, shall fashion thee with skill, and beneath it shall he set a foot-stool for the feet, whereon thou mayest rest thy shining feet when thou quaffest thy wine.
Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων, ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
Read in context →