Seba.Health

The Iliad 13.788–802

The Iliad 13.788–802
round about Cebriones and peerless Polydamas, and Phalces, and Orthaeus, and godlike Polyphetes, and Palmys, and Ascanius, and Morys, son of Hippotion, who had come from deep-soiled Ascania on the morn before to relieve their fellows, and now Zeus roused them to fight. And they came on like the blast of direful winds that rusheth upon the earth beneath the thunder of father Zeus, and with wondrous din mingleth with the sea, and in its track are many surging waves of the loud-resounding sea, high-arched and white with foam, some in the van and after them others; even so the Trojans, in close array, some in the van and after them others, flashing with bronze, followed with their leaders. And Hector, son of Priam, led them, the peer of Ares, the bane of mortals. Before him he held his shield that was well-balanced upon every side, his shield thick with hides, whereon abundant bronze had been welded,
ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως· βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος, οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι. οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ, θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα· ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι, χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
Read in context →