Seba.Health

The Iliad 13.487–501

The Iliad 13.487–501
looking unto Deïphobus, and Paris, and goodly Agenor, that with himself were leaders of the Trojans; and after them followed the host, as sheep follow after the ram to water from the place of feeding, and the shepherd joyeth in his heart; even so the heart of Aeneas was glad in his breast, when he saw the throng of the host that followed after him. Then over Alcathous they clashed in close fight with their long spears, and about their breasts the bronze rang terribly as they aimed each at the other in the throng; and above all the rest two men of valour, Aeneas and Idomeneus, peers of Ares, were eager each to cleave the other's flesh with the pitiless bronze. And Aeneas first cast at Idomeneus, but he, looking steadily at him, avoided the spear of bronze, and the lance of Aeneas sank quivering down in to the earth,
ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες. Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον, οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν· ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
Read in context →