Seba.Health

The Iliad 13.417–431

The Iliad 13.417–431
but ran and bestrode him, and covered him1 with his shield. Then two trusty comrades stooped down, even Mecisteus, son of Echius, and goodly Alastor, and bare Hypsenor, groaning heavily, to the hollow ships. to enwrap some one of the Trojans in the darkness of night, or himself to fall in warding off ruin from the Achaeans. Then the dear son of Aesyetes, fostered of Zeus, the warrior Alcathous—son by marriage was he to Anchises, and had married the eldest of his daughters, Hippodameia, whom her father and queenly mother heartily loved in their hall, for that she excelled all maidens of her years in comeliness, and in handiwork, and in wisdom; wherefore the best man in wide Troy had taken her to wife—this Alcathous did Poseidon subdue beneath Idomeneus,
ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο, Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου, ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ, νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς. ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο, πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
Read in context →