Seba.Health

The Iliad 12.231–250

The Iliad 12.231–250
seeing thou biddest me forget the counsels of loud-thundering Zeus, that himself promised me and bowed his head thereto. But thou biddest us be obedient to birds long of wing, that I regard not, nor take thought thereof, whether they fare to the right, toward the Dawn and the sun, or to the left toward the murky darkness. nay, for us, let us be obedient to the counsel of great Zeus, that is king over all mortals and immortals. One omen is best, to fight for one's country. Wherefore dost thou fear war and battle? For if the rest of us be slain one and all at the ships of the Argives, yet is there no fear that thou shouldest perish,—for thy heart is—not staunch in fight nor warlike. Howbeit, if thou shalt hold aloof from battle, or shalt beguile with thy words an other, and turn him from war, forthwith smitten by my spear shalt thou lose thy life.
Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις· οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε· τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα; εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι· οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων. εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο, αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
Read in context →