Seba.Health

The Iliad 12.16–30

The Iliad 12.16–30
Rhesus and Heptaporus and Caresus and Rhodius, and Granicus and Aesepus, and goodly Scamander, and Simois, by the banks whereof many shields of bull's-hide and many helms fell in the dust, and the race of men half-divine—of all these did Phoebus Apollo turn the mouths together, and for nine days' space he drave their flood against the wall; and Zeus rained ever continually, that the sooner he might whelm the wall in the salt sea. And the Shaker of Earth, bearing his trident in his hands, was himself the leader, and swept forth upon the waves all the foundations of beams and stones, that the Achaeans had laid with toil, and made all smooth along the strong stream of the Hellespont, and again covered the great beach with sand, when he had swept away the wall; and the rivers he turned back to flow in the channel, where aforetime they had been wont to pour their fair streams of water.
Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν, δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες. ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι, Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν· τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων, ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη. αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,
Read in context →