Seba.Health

The Iliad 12.125–139

The Iliad 12.125–139
for they deemed that they would no more be stayed of the Achaeans, but would fall upon the black ships—fools that they were! for at the gate they found two warriors most valiant, high-hearted sons of Lapith spearmen, the one stalwart Polypoetes, son of Peirithous, and the other Leonteus, peer of Ares the bane of men. These twain before the high gate stood firm even as oaks of lofty crest among the mountains, that ever abide the wind and rain day by day, firm fixed with roots great and long; even so these twain, trusting in the might of their arms, abode the oncoming of great Asius, and fled not. But their foes came straight against the well-built wall, lifting on high their shields of dry bull's-hide with loud shouting, round about king Asius, and Iamenus, and Orestes,
ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι· ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο. οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
Read in context →