Seba.Health

The Iliad 11.487–501

The Iliad 11.487–501
bastard son of Priam, and after him smote Pandocus with a thrust, and likewise Lysander and Pyrasus and Pylartes. And as when a river in flood cometh down upon a plain, a winter torrent from the mountains, driven on by the rain of Zeus, and many a dry oak and many a pine it beareth in its course, and much drift it casteth into the sea; even so glorious Aias charged tumultuously over the plain on that day, slaying horses and men. Nor did Hector as yet know aught thereof, for he was fighting on the left of all the battle by the banks of the river Scamander, where chiefly the heads of warriors were falling, and a cry unquenchable arose, round about great Nestor and warlike Idomeneus. With these had Hector dalliance,519.1 and terrible deeds he wrought with the spear and in horsemanship, and he laid waste the battalions of the young men. Yet would the goodly Achaeans in no wise have given ground from their course,
ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει, ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
Read in context →