Seba.Health

The Iliad 11.320–334

The Iliad 11.320–334
He spake, and thrust Thymbraeus from his chariot to the ground, smiting him with his spear on the left breast, and Odysseus smote Molion, the godlike squire of that prince. These then they let be, when they had made them cease from war; but the twain ranged throughout the throng, making havoc of it, as when two boars with high hearts fall upon hunting hounds; even so they turned again upon the Trojans and slew them, and the Achaeans gladly had respite in their flight before goodly Hector. Then took they a chariot and two men, the best of their people, sons twain of Merops of Percote, that was above all men skilled in prophesying, and would not suffer his sons to go into war, the bane of men; but the twain would in no wise hearken to him, for the fates of black death were leading them on. These did the son of Tydeus, Diomedes, famed for his spear, rob of spirit and of life, and took from them their goodly battle-gear.
καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος. τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν· τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον· ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον. ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·
Read in context →