Seba.Health

The Iliad 10.103–118

The Iliad 10.103–118
even all that now he thinketh; nay methinks he shall labour amid troubles yet more than ours, if so be Achilles shall turn his heart from grievous anger. Howbeit with thee will I gladly follow, but let us moreover arouse others also, both the son of Tydeus, famed for his spear, and Odysseus, and the swift Aias, and the valiant son of Phyleus. And I would that one should go and summon these also, the godlike Aias and lord Idomeneus, for their ships are furthest of all and nowise nigh at hand. But Menelaus will I chide, dear though he be and honoured, aye, though thou shouldest be angry with me, nor will I hide my thought, for that he sleepeth thus, and hath suffered thee to toil alone. Now had it been meet that he laboured among all the chieftains, beseeching them, for need has come upon them that may no longer be borne.
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς. ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
Read in context →