Seba.Health

The Iliad 1.595–609

The Iliad 1.595–609
and smiling took in her hand the cup from her son. Then he poured wine for all the other gods from left to right, drawing forth sweet nectar from the bowl. And unquenchable laughter arose among the blessed gods, as they saw Hephaestus puffing through the palace. Thus the whole day long till the setting of the sun they feasted, nor did their heart lack anything of the equal feast, nor of the beauteous lyre, that Apollo held, nor yet of the Muses, who sang, replying one to the other with sweet voices. But when the bright light of the sun was set, they went each to his own house to take their rest, where for each one a palace had been built with cunning skill by the famed Hephaestus, the limping god; and Zeus, the Olympian, lord of the lightning, went to his couch, where of old he took his rest, whenever sweet sleep came upon him.
ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον· αὐτὰρ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων· ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων, Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι· Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,
Read in context →