Seba.Health

The Iliad 1.254–284

The Iliad 1.254–284
rejoice, and the rest of the Trojans would be most glad at heart, were they to hear all this of you two quarrelling, you who are chief among the Danaans in counsel and chief in war. Listen to me, for you are both younger than I. In earlier times I moved among men more warlike than you, and never did they despise me. Such warriors have I never since seen, nor shall I see, as Peirithous was and Dryas, shepherd of the people, and Caeneus and Exadius and godlike Polyphemus, and Theseus, son of Aegeus, a man like the immortals. Mightiest were these of men reared upon the earth; mightiest were they, and with the mightiest they fought, the mountain-dwelling centaurs, and they destroyed them terribly. With these men I had fellowship, when I came from Pylos, from a distant land far away; for they themselves called me. And I fought on my own;1 with those men could no one fight of the mortals now upon the earth. Yes, and they listened to my counsel, and obeyed my words. So also should you obey, since to obey is better. Neither do you, mighty though you are, take away the girl, but let her be, as the sons of the Achaeans first gave her to him as a prize; nor do you, son of Peleus, be minded to strive with a king, might against might, for it is no common honour that is the portion of a sceptre-holding king, to whom Zeus gives glory. If you are a stronger fighter, and a goddess mother bore you, yet he is the mightier, since he is king over more. Son of Atreus, check your rage. Indeed, I beg you to let go your anger against Achilles, who is for all the Achaeans a mighty bulwark in evil war.
πόποι μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει· κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν, οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι. ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο· ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν· κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν. καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο· καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ· ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον· μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν· μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς σκηπτοῦχος βασιλεύς, τε Ζεὺς κῦδος ἔδωκεν. εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, ἀλλʼ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει. Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
Read in context →