Jesus to none · divine
Lines 1–8
Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί
καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων κύριε ἐὰν θέλῃς δύνασαί με καθαρίσαι
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων θέλω καθαρίσθητι καὶ εὐθέως ἐκαθερίσθη αὐτοῦ ἡ λέπρα
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς ὅρα μηδενὶ εἴπῃς ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς
Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατοντάρχης παρακαλῶν αὐτὸν
καὶ λέγων κύριε ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός δεινῶς βασανιζόμενος
λέγει αὐτῷ ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν
ἀποκριθεὶς δὲ ὁ ἑκατοντάρχης ἔφη κύριε οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς ἀλλὰ μόνον εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου