Lines 1–8
Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων
μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
μακάριοι οἱ πραεῖς ὅτι αὐτοὶ κληρονομήσουσιν τήν γῆν
μακάριοι οἱ πενθοῦντες ὅτι αὐτοὶ παρακληθήσονται
μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην ὅτι αὐτοὶ χορτασθήσονται
μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται
μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται