Lines 1–8
Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πόλλου ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς
σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν
καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστις εἰς οἶκον αὐτῶν ἐκλυθήσονται ἐν τῇ ὁδῷ καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἥκασιν
καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας
καὶ ἠρώτα αὐτούς πόσους ἔχετε ἄρτους οἱ δὲ εἶπαν ἑπτά
καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ
καὶ εἶχαν ἰχθύδια ὀλίγα καὶ εὐλογήσας αὐτὰ παρέθηκέν
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας