Jesus to none · divine
Lines 1–8
Καὶ εὐθὺς πρωῒ συμβούλιον ἑτοιμάσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ τῶν γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ
καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πειλᾶτος σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει σὺ λέγεις
καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά
ὁ δὲ Πειλᾶτος πάλιν ἐπηρώτα αὐτὸν οὐκ ἀποκρίνῃ οὐδέν ἴδε πόσα σου κατηγοροῦσιν
ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν Πειλᾶτον
Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο
ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν
καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς