Lines 1–8
Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος καὶ ἑτέρους ἑβδομήκοντα καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι
ἔλεγεν δὲ πρὸς αὐτούς ὁ μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ
ὑπάγετε ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων
μὴ βαστάζετε βαλλάντιον μὴ πήραν μὴ ὑποδήματα μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε
εἰς ἣν δ’ ἂν εἰσέλθητε οἰκίαν πρῶτον λέγετε εἰρήνη τῷ οἴκῳ τούτῳ
καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν εἰ δὲ μήγε ἐφ’ ὑμᾶς ἀνακάμψει
ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἔσθοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν
καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν