Jesus to none · divine
Lines 1–8
Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ
ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον
καὶ οἶνον οὐκ εἶχον ὅτι συνετελέσθη ὁ οἶνος τοῦ γάμου εἶτα λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν οἶνος οὐκ ἔστιν
λέγει αὐτῇ ὁ Ἰησοῦς τί ἐμοὶ καὶ σοί γύναι οὔπω ἥκει ἡ ὥρα μου
λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε
ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς
λέγει αὐτοῖς ὁ Ἰησοῦς γεμίσατε τὰς ὑδρίας ὕδατος καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω
καὶ λέγει αὐτοῖς ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ οἱ δὲ ἤνεγκαν