Seba.Health

Hymn to Aphrodite · Lines 1

25 passages · 0 speeches · 18 psychological term instances

Lines 1–12
μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης, Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε καί τʼ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων οἰωνούς τε διιπετέας καὶ θηρία πάντα, ἠμὲν ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδʼ ὅσα πόντος· πᾶσιν δʼ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης. τρισσὰς δʼ οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι· κούρην τʼ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην· οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης, ἀλλʼ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργʼ ἀλεγύνειν. πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε
Lines 13–24
ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ. δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν ἀγλαὰ ἔργʼ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ. οὐδέ ποτʼ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη. καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν, φόρμιγγές τε χοροί τε διαπρύσιοί τʼ ὀλολυγαὶ ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν. οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης, Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης, αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο, πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·
Lines 25–36
δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν· ὤμοσε δὲ μέγαν ὅρκον, δὴ τετελεσμένος ἐστίν, ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο, παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων. τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο καὶ τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα. πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται. τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι· τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
Lines 37–48
ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς. καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν, Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε, μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι. κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν. τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη, καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
Lines 49–60
ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη, ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί, καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν, ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις. Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ, ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν. ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν, ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης. ἐνθʼ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·
Lines 61–72
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν. ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον, ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον. Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι ἤισαν· δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
Lines 73–84
καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους· αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε· τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα. οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας πάντες· δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη, μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας. Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε
Lines 85–96
εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα. πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς, εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς· ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν. καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι· Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα· χαῖρε, ἄνασσʼ, τις μακάρων τάδε δώμαθʼ ἱκάνεις, Ἄρτεμις Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη, πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσι πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
Lines 97–108
τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονται Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα. σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ ὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα, ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο, ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
Lines 109–120
οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις; ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις, ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει. γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα. Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· δὲ διαπρὸ σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα. ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα. νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς. πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.
Lines 121–132
ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης· πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων, πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους· οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης· Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι. αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, τοι γʼ αὖτις ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης· αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·
Lines 133–144
ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν. οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα. πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ· οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα. ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα, τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ. Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
Lines 145–156
εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ, Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις, ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα· οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα. βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι, σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω. ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα
Lines 157–168
ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν ἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων, τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν. οἳ δʼ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν, κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν, πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους. λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου Ἀγχίσης· δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς. ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
Lines 169–180
βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων· τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά. ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάων ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν ἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης, ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις; καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι, οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας; ὣς φάθʼ· δʼ ἐξ ὕπνοιο μάλʼ ἐμμαπέως ὑπάκουσεν.
Lines 181–192
ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλʼ Ἀφροδίτης, τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ· ἂψ δʼ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· αὐτίκα σʼ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν, ἔγνων ὡς θεὸς ἦσθα· σὺ δʼ οὐ νημερτὲς ἔειπες. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο, μή με ζῶντʼ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς ναίειν, ἀλλʼ ἐλέαιρʼ· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
Lines 193–204
θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην· οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε, οὐδʼ ἄλλων μακάρων· ἐπεὶ φίλος ἐσσὶ θεοῖσι. σοὶ δʼ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες· τῷ δὲ καὶ Αἰνείας ὄνομʼ ἔσσεται, οὕνεκα μʼ αἰνὸν ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ· ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων αἰεὶ ἀφʼ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε. τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς ἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείη καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,
Lines 205–216
θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν. Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει, ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα· τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα, ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι. τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης, ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν. αὐτὰρ ἐπειδὴ Ζηνὸς γʼ ἔκλυεν ἀγγελιάων, οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
Lines 217–228
γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο. ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς, ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι. Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα, ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα· τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ. νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν. τὸν δʼ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης· αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
Lines 229–240
καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου, τοῦ δʼ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς, αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα, σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα. ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν, οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι, ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς. τοῦ δʼ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα.
Lines 241–252
ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης, οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι. νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν, οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ. αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο, οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί, τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα. νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
Lines 253–264
τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην, σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο, παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα. τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι, αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε· αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται. δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο. τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων. τῇσι δʼ ἅμʼ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
Lines 265–276
γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ, καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν. ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ κικλήσκουσιν ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ· ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο, ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι, τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο. αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη, ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα. σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
Lines 277–288
ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι, γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται· ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων, τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ, τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω· φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι, αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ. εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ, Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
Lines 289–293
εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας, ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν. ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα. χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα· σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.