Seba.Health

Hymn to Apollo · Lines 1

46 passages · 0 speeches · 31 psychological term instances

Lines 1–12
μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο, ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα· καί ῥά τʼ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο πάντες ἀφʼ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει. Λητὼ δʼ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ, ῥα βιόν τʼ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην, καί οἱ ἀπʼ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο πασσάλου ἐκ χρυσέου· τὸν δʼ ἐς θρόνον εἷσεν ἄγουσα. τῷ δʼ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ δεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοι ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ,
Lines 13–24
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε. χαῖρε, μάκαιρʼ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα, Ἀπόλλωνά τʼ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ, κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον, ἀγχοτάτω φοίνικος, ἐπʼ Ἰνωποῖο ῥεέθροις. πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα; πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδῆς, ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους· πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες ἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
Lines 25–36
ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι, κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ, Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν, ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις. ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια, Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα, Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
Lines 37–48
Λέσβος τʼ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος, καὶ Χίος, νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται, παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ καὶ Σάμος ὑδρηλὴ Μυκάλης τʼ αἰπεινὰ κάρηνα Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων, καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα Νάξος τʼ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα, τόσσον ἔπʼ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ, εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι. αἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα·
Lines 49–60
πρίν γʼ ὅτε δή ῥʼ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα· δῆλʼ, εἰ γάρ κʼ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο, Φοίβου Ἀπόλλωνος, θέσθαι τʼ ἔνι πίονα νηόν, ἄλλος δʼ οὔτις σεῖό ποθʼ ἅψεται, οὐδέ σε λήσει· οὐδʼ εὔβων σέ γʼ ἔσεσθαι ὀίομαι οὔτʼ εὔμηλον, οὐδὲ τρύγην οἴσεις οὔτʼ ἂρ φυτὰ μυρία φύσεις. εἰ δέ κʼ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα, ἄνθρωποί τοι πάντες ἀγινήσουσʼ ἑκατόμβας ἐνθάδʼ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ δημοῦ ἀναΐξει βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσι χειρὸς ἀπʼ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπʼ οὖδας.
Lines 61–72
ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα· Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο, ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην. ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω· λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν. τῷ ῥʼ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν, μή, ὁπότʼ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο, νῆσον ἀτιμήσας, ἐπεὶ κραναήπεδός εἰμι,
Lines 73–84
ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν, ἔνθʼ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ κλύσσει· δʼ ἄλλην γαῖαν ἀφίξεται, κεν ἅδῃ οἱ, τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα· πουλύποδες δʼ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν. ἀλλʼ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι, ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ πολυώνυμος ἔσται. ὣς ἄρ ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε· ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
Lines 85–96
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν· μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ βωμὸς καὶ τέμενος, τίσει δέ σέ γʼ ἔξοχα πάντων. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος· Λητὼ δʼ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις ὠδίνεσσι πέπαρτο. θεαὶ δʼ ἔσαν ἔνδοθι πᾶσαι, ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη ἄλλαι τʼ ἀθάναται νόσφιν λευκωλένου Ἥρης· ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο·
Lines 97–108
μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια· ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν, Ἥρης φραδμοσύνης λευκωλένου, μιν ἔρυκε ζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τε Λητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν. αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου, ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον, χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν· νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης, νή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις, βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
Lines 109–120
αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον, αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα, πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι. τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι· βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι. εὖτʼ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια, δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι. ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δʼ ἔρεισε λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖʼ ὑπένερθεν· ἐκ δʼ ἔθορε πρὸ φόωσδε· θεαὶ δʼ ὀλόλυξαν ἅπασαι. ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ
Lines 121–132
ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δʼ ἐν φάρεϊ λευκῷ, λεπτῷ, νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν. οὐδʼ ἄρʼ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ, ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητώ, οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν. αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ, οὔ σέ γʼ ἔπειτʼ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα, οὐδʼ ἔτι δέσματʼ ἔρυκε, λύοντο δὲ πείρατα πάντα. αὐτίκα δʼ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων· εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα, χρήσω δʼ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.
Lines 133–144
ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δʼ ἄρα πᾶσαι θάμβεον ἀθάναται· χρυσῷ δʼ ἄρα Δῆλος ἅπασα [βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην, γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.ll. 136-8 are instrusive, being alternative for l. 139. They are found in Π and the edition of Stephanus (in text), and in the margin of the ETL (with the note “in another copy these verses are also extant”). In D they are added by a second hand.] ἤνθησʼ, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης. αὐτὸς δʼ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλʼ Ἄπολλον, ἄλλοτε μέν τʼ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος, ἄλλοτε δʼ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες. πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα· πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
Lines 145–156
ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες· ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστʼ ἐπιτέρπεαι ἦτορ, ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν. οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ μνησάμενοι τέρπουσιν, ὅτʼ ἄν στήσωνται ἀγῶνα. φαίη κʼ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί, ὃς τόθʼ ὑπαντιάσειʼ, ὅτʼ Ἰάονες ἀθρόοι εἶεν· πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν ἄνδρας τʼ εἰσορόων καλλιζώνους τε γυναῖκας νῆάς τʼ ὠκείας ἠδʼ αὐτῶν κτήματα πολλά. πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται,
Lines 157–168
κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι· αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν, αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν, μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων. πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν μιμεῖσθʼ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος φθέγγεσθʼ· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή. ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν, χαίρετε δʼ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν μνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων ἐνθάδ’ ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών·
Lines 169–180
κοῦραι, τίς δʼ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα; ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως· τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ τοῦ πᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί. ἡμεῖς δʼ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπʼ αἶαν ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας· οἳ δʼ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν. αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ. ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,
Lines 181–192
αὐτὸς δʼ αὖ Δήλοιο περικλύστης περικλύστοιοπερικλύστοιο appears in later printings. περικλύστης is found in 1914 edition. This was a silent edit calling into question the publication date of the original print source. μέγʼ ἀνάσσεις. εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν, ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν. ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα, εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθʼ ὁμήγυριν ἄλλων. αὐτίκα δʼ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή· Μοῦσαι μέν θʼ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ ὑμνεῦσίν ῥα θεῶν δῶρʼ ἄμβροτα ἠδʼ ἀνθρώπων τλημοσύνας, ὅσʼ ἔχοντες ὑπʼ ἀθανάτοισι θεοῖσι ζώουσʼ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
Lines 193–204
εὑρέμεναι θανάτοιό τʼ ἄκος καὶ γήραος ἄλκαρ· αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι Ἁρμονίη θʼ Ἥβη τε Διὸς θυγάτηρ τʼ Ἀφροδίτη ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι· τῇσι μὲν οὔτʼ αἰσχρὴ μεταμέλπεται οὔτʼ ἐλάχεια, ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή, Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι. ἐν δʼ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης παίζουσʼ· αὐτὰρ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος. οἳ δʼ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
Lines 205–216
Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς υἷα φίλον παίζοντα μετʼ ἀθανάτοισι θεοῖσι. πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα; ἠέ σʼ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι, ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην Ἴσχυʼ ἅμʼ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ; ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἅμʼ Ἐρευθεῖ; ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι πεζός, δʼ ἵπποισιν· οὐ μὴν Τρίοπός γʼ ἐνέλειπεν. ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλʼ Ἄπολλον; Πιερίην μὲν πρῶτον ἀπʼ Οὐλύμποιο κατῆλθες·
Lines 217–228
Λέκτον τʼ ἠμαθοέντα παρέστιχες ἠδʼ Ἐνιῆνας καὶ διὰ Περραιβούς· τάχα δʼ εἰς Ἰαωλκὸν ἵκανες, Κηναίου τʼ ἐπέβης ναυσικλειτῆς Εὐβοίης. στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα. ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον, βῆς ἄνʼ ὄρος ζάθεον, χλωρόν· τάχα δʼ ἷξες ἀπʼ αὐτοῦ ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην. Θήβης δʼ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ· οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ, οὐδʼ ἄρα πω τότε γʼ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλʼ ἔχεν ὕλη.
Lines 229–240
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον, Ὀγχηστὸν δʼ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος· ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ ἕλκων ἅρματα καλά· χαμαὶ δʼ ἐλατὴρ ἀγαθός περ ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν κείνʼ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες. εἰ δέ κεν ἅρματʼ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι, ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν· ὣς γὰρ τὰ πρώτισθʼ ὁσίη γένεθʼ· οἳ δὲ ἄνακτι εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει. ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον· Κηφισσὸν δʼ ἄρʼ ἔπειτα κιχήσαο καλλιρέεθρον,
Lines 241–252
ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ. τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον ἔνθεν ἄρʼ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα. βῆς δʼ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα· στῆς δὲ μάλʼ ἄγχʼ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες· Τελφοῦσʼ, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας, ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, χρησόμενοι· τοῖσιν δέ κʼ ἐγὼ νημερτέα βουλὴν
Lines 253–264
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ. ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων εὐρέα καὶ μάλα μακρὰ διηνεκές· δὲ ἰδοῦσα Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον· φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω. ἐνθάδʼ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας· ἀλλʼ ἔκ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι, πημανέει σʼ αἰεὶ κτύπος ἵππων ὠκειάων ἀρδόμενοί τʼ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων· ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
Lines 265–276
ἅρματά τʼ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων νηόν τε μέγαν καὶ κτήματα πόλλʼ ἐνεόντα. ἀλλʼ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον, ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο. ἔνθʼ οὔθʼ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν, ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ φρένας ἀμφιγεγηθὼς δέξαιʼ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων. ὣς εἰποῦσʼ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδʼ Ἑκάτοιο.
Lines 277–288
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον· ἷξες δʼ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων, οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης. ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων ἵκεο δʼ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα, κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν πέτρη ἐπικρέμαται, κοίλη δʼ ὑποδέδρομε βῆσσα, τρηχεῖʼ· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον· ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ
Lines 289–300
ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας, ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν, ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, χρησόμενοι· τοῖσιν δʼ ἄρʼ ἐγὼ νημερτέα βουλὴν πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ. ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπʼ αὐτοῖς λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδʼ Ἀγαμήδης, υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν· ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλʼ ἀνθρώπων ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί. ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν
Lines 301–312
κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο, ζατρεφέα, μεγάλην, τέρας ἄγριον, κακὰ πολλὰ ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς, πολλὰ δὲ μῆλα ταναύποδʼ, ἐπεὶ πέλε πῆμα δαφοινόν. καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν· ὅν ποτʼ ἄρʼ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί, ἡνίκʼ ἄρα Κρονίδης ἐρικυδέα γείνατʼ Ἀθήνην ἐν κορυφῇ· δʼ αἶψα χολώσατο πότνια Ἥρη ἠδὲ καὶ ἀγρομένοισι μετʼ ἀθανάτοισιν ἔειπε· κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, ὡς ἔμʼ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
Lines 313–324
πρῶτος, ἐπεί μʼ ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν· καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην, πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν· αὐτὰρ γʼ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή· ῥῖψʼ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ· ἀλλά Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν. ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι. σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο; πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην; οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
Lines 325–336
ἦα ῥʼ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν, οὔτε σὸν αἰσχύνασʼ ἱερὸν λέχος οὔτʼ ἐμὸν αὐτῆς. οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλʼ ἀπὸ σεῖο τηλόθʼ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν. ὣς εἰποῦσʼ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ. αὐτίκʼ ἔπειτʼ ἠρᾶτο βοῶπις πότνια Ἥρη, χειρὶ καταπρηνεῖ δʼ ἔλασε χθόνα καὶ φάτο μῦθον· κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·
Lines 337–348
αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου· ἀλλʼ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς. ὣς ἄρα φωνήσασʼ ἵμασε χθόνα χειρὶ παχείῃ· κινήθη δʼ ἄρα Γαῖα φερέσβιος· δὲ ἰδοῦσα τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι. ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν οὔτε πότʼ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος, οὔτε πότʼ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς· ἀλλʼ γʼ ἐν νηοῖσι πολυλλίστοισι μένουσα τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
Lines 349–360
ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, δʼ ἔτεκʼ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι, δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν. αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· δʼ ὑπέδεκτο. ὃς κακὰ πόλλʼ ἔρδεσκεν ἀγακλυτὰ φῦλʼ ἀνθρώπων· ὃς τῇ γʼ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ, πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων καρτερόν· δʼ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι κεῖτο μέγʼ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον. θεσπεσίη δʼ ἐνοπὴ γένετʼ ἄσπετος· δὲ καθʼ ὕλην
Lines 361–372
πυκνὰ μάλʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν φοινὸν ἀποπνείουσʼ· δʼ ἐπηύξατο Φοῖβος Ἀπόλλων· ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ· οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας· οὐδέ τί τοι θάνατόν γε δυσηλεγέʼ οὔτε Τυφωεὺς ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γʼ αὐτοῦ πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων. ὣς φάτʼ ἐπευχόμενος· τὴν δὲ σκότος ὄσσε κάλυψε. τὴν δʼ αὐτοῦ κατέπυσʼ ἱερὸν μένος Ἠελίοιο, ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται· οἳ δὲ ἄνακτα
Lines 373–384
Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο. καὶ τότʼ ἄρʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων, οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε· βῆ δʼ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δʼ ἵκανε· στῆ δὲ μάλʼ ἄγχʼ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε· Τελφοῦσʼ, οὐκ ἄρʼ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα χῶρον ἔχουσʼ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ. ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης. καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα καὶ βωμὸν ποιήσατʼ ἐν ἄλσεϊ δενδρήεντι,
Lines 385–396
ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδʼ ἄνακτι πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται, οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα. καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων, οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο, οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ· ταῦτʼ ἄρα ὁρμαίνων ἐνόησʼ ἐπὶ οἴνοπι πόντῳ νῆα θοήν· ἐν δʼ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί, Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
Lines 397–408
οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους ἔπλεον· αὐτὰρ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων· ἐν πόντῳ δʼ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε· τῶν δʼ οὔτις κατὰ θυμὸν ἐπεφράσαθʼ ὥστε νοῆσαι πάντοσʼ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα. οἳ δʼ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες· οὐδʼ οἵ γʼ ὅπλʼ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν, οὐδʼ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο, ἀλλʼ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν, ὣς ἔπλεον· κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε
Lines 409–420
νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν, πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο, Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ Ἠελίοιο ἄνακτος, ἔχει δʼ ἐπιτερπέα χῶρον. οἳ μὲν ἄρʼ ἔνθʼ ἔθελον νῆα σχεῖν ἠδʼ ἀποβάντες φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι, εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον εἰς οἶδμʼ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει. ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής, ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα ἤιʼ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
Lines 421–432
ῥηιδίως ἴθυνʼ· δὲ πρήσσουσα κέλευθον Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους. βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ, καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τʼ ὄρος αἰπὺ πέφαντο Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος. ἀλλʼ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων, ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει·
Lines 433–444
ἦλθʼ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης, λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τʼ ἠέλιόν τε ἔπλεον· ἡγεμόνευε δʼ ἄναξ Διὸς υἱὸς Ἀπόλλων· ἷξον δʼ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν, ἐς λιμένʼ· δʼ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς. ἔνθʼ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων, ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δʼ ἀπὸ πολλαὶ σπινθαρίδες πωτῶντο, σέλας δʼ εἰς οὐρανὸν ἷκεν· ἐς δʼ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων. ἔνθʼ ἄρʼ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ κῆλα·
Lines 445–456
πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἳ δʼ ὀλόλυξαν Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλʼ ἑκάστῳ. ἔνθεν δʼ αὖτʼ ἐπὶ νῆα νόημʼ ὣς ἆλτο πέτεσθαι, ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε, πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους· καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; τι κατὰ πρῆξιν μαψιδίως ἀλάλησθε οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες; τίφθʼ οὕτως ἧσθον τετιηότες, οὐδʼ ἐπὶ γαῖαν
Lines 457–468
ἐκβῆτʼ, οὐδὲ καθʼ ὅπλα μελαίνης νηὸς ἔθεσθε; αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων, ὁππότʼ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ. ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε. τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ξεῖνʼ, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας, οὐ δέμας οὐδὲ φυήν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν, οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ εὖ εἰδῶ· τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
Lines 469–480
ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθʼ εἶναι· νῦν δʼ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες, νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα· ἀλλά τις ἀθανάτων δεῦρʼ ἤγαγεν οὐκ ἐθέλοντας. τοὺς δʼ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων· ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθʼ ὑπότροποι αὖτις ἔσεσθε ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος ἔς τε φίλας ἀλόχους· ἀλλʼ ἐνθάδε πίονα νηὸν ἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν. εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι·
Lines 481–492
ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖμα θαλάσσης, οὔ τι κακὰ φρονέων, ἀλλʼ ἐνθάδε πίονα νηὸν ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι, βουλάς τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα. ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα· ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας, νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε, ἐκ δὲ κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι θαλάσσης· πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
Lines 493–504
ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα, ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ βωμὸς αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί. δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε, ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν, εἰς κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν. ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας, ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες·
Lines 505–516
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης. ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντο ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης· πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες εὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν. δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο
Lines 517–528
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον, οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν. ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι· δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν. τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ· πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
Lines 529–540
οὔτε τρυγηφόρος ἥδε γʼ ἐπήρατος οὔτʼ εὐλείμων, ὥστʼ ἀπό τʼ εὖ ζώειν καὶ ἅμʼ ἀνθρώποισιν ὀπάζειν. τοὺς δʼ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων· νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας βούλεσθʼ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ· ῥηίδιον ἔπος ὔμμʼ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω, δεξιτερῇ μάλʼ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν, σφάζειν αἰεὶ μῆλα· τὰ δʼ ἄφθονα πάντα παρέσται, ὅσσα τʼ ἐμοί κʼ ἀγάγωσι περικλυτὰ φῦλʼ ἀνθρώπων· νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλʼ ἀνθρώπων ἐνθάδʼ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα. ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον
Lines 541–546
ὕβρις θʼ, θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων, ἄλλοι ἔπειθʼ ὑμῖν σημάντορες ἄνδρες ἔσονται, τῶν ὑπʼ ἀναγκαίῃ δεδμήσεσθʼ ἤματα πάντα. εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι. καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ· αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.