Seba.Health

Hymn to Demeter · Lines 1

42 passages · 0 speeches · 20 psychological term instances

Lines 1–12
Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν, αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις· τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
Lines 13–24
κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ, κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι† εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
Lines 25–36
ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, κούρης κεκλομένης πατέρα Κρονίδην· δὲ νόσφιν ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
Lines 37–48
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ· ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ. ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι, κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων, σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν. ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
Lines 49–60
οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε· πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε, τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν; φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν, ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα. ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ
Lines 61–72
ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα. Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν, στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων· ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ ἔπει ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα· κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν, τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν. ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας, ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
Lines 73–84
οἴχεται ἠὲ θεῶν καὶ θνητῶν ἀνθρώπων. ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ· Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα, εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς, ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν αὐτοκασιγνήτῳ· δʼ ὑπὸ ζόφον ἠερόεντα ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν. ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
Lines 85–96
αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη, τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί. Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν· χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
Lines 97–108
ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν. ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα. τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός, τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
Lines 109–120
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα Καλλιθόη θʼ, τῶν προγενεστάτη ἦεν ἁπασῶν· οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι. ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων· τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων; τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν, αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ. ὣς ἔφαν· δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων· τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
Lines 121–132
ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι. Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ. νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί, δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός· ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός· λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
Lines 133–144
οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν. ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι, ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι. προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται· καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
Lines 145–156
φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής, Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη· μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι. ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν· ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο, τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
Lines 157–168
τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν, ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν. τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε. εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
Lines 169–180
ὣς ἔφαθʼ· δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι. ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. δὲ μάλʼ ὦκα ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ. αἳ δʼ ὥστʼ ἔλαφοι πόρτιες εἴαρος ὥρῃ ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι. τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
Lines 181–192
ἡγεῦνθʼ· δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο, βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν ἔδραμον· δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
Lines 193–204
ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα, πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην· δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου, οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν, μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
Lines 205–216
δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου πλήσασʼ· δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ. δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε· δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα· χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων. ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
Lines 217–228
τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται. νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ. παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην. τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ· καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν· παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις, θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
Lines 229–240
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο, οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν. ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ. ὣς μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα, ἔτρεφεν ἐν μεγάροις· δʼ ἀέξετο δαίμονι ἶσος, οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος γάλα μητρὸς χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα· νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο,
Lines 241–252
ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει. καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε, εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ δείσασʼ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν. ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων. τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
Lines 253–264
χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε, ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς, καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν· νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο· καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης. ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ, ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν· νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι· τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
Lines 265–276
ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται. ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ. ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε. ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
Lines 277–288
ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους, αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς· βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο, δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν, κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· μὲν ἔπειτα παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ· δʼ ἄρα πῦρ ἀνέκαιʼ· δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
Lines 289–300
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός· χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι. αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. αὐτὰρ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ. οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος, τεῦχον δʼ, ὡς ἐπέτελλʼ. δʼ ἀέξετο δαίμονι ἶσος.
Lines 301–312
αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός. αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ· πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις· πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ· καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
Lines 313–324
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν. ὣς ἔφαθʼ· δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων. ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω. ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
Lines 325–336
αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι. ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους. οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν, πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς, εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην, ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
Lines 337–348
ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα μήτηρ ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο. Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα, ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι, πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· δʼ ἀποτηλοῦ ἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν. ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης· Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων, Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
Lines 349–360
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα μήτηρ ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον, φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων, σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς ἀθανάτων· δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα. ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς· ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ· ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
Lines 361–372
ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων· οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης, αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει, τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας. τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα, οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες. ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια, καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ γʼ αὐτὸς ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
Lines 373–384
ἀμφὶ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς. δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν, ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες. στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
Lines 385–396
νηοῖο προπάροιθε θυώδεος· δὲ ἰδοῦσα ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ. Περσεφόνη δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ μητρὸς ἑῆς κατʼ ἄρʼ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους ἆλτο θέειν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα· τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ αἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς παυομένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ· τέκνον, μή ῥά τι μοι σύ γε πάσσαο νέρθεν ἐοῦσα βρώμης; ἐξαύδα, μὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω· ὣς μὲν γάρ κεν ἐοῦσα παρὰ στυγεροῦ Ἀίδαο καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελαινεφέϊ Κρονίωνι
Lines 397–408
ναιετάοις πάντεσσι τετιμένη ἀθανάτοισιν. εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπὸ κεύθεσι γαίης οἰκήσεις ὡρέων τρίτατον μέρος εἰς ἐνιαυτόν, τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ ἄλλοις ἀθανάτοισιν. ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδεσιν εἰαρινοῖσι παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις. καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων; τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα· τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα· εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
Lines 409–420
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς, αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ λάθρῃ ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν, ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι. ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης, ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις. ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα, Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
Lines 421–432
Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα, παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα, μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι, νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών. αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων· βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
Lines 433–444
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω. ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός. γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε. τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος· πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν· ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα. ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
Lines 445–456
νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα, τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν. ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων. ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων, ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
Lines 457–468
ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο· ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ. τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος· δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς δωσέμεν, ἅς κʼ ἐθέλῃσθα μετʼ ἀθανάτοισι θεοῖσι. νεῦσε δέ σοι κούρην ἔτεος περιτελλομένοιο τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα, τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις ἀθανάτοισιν. ὣς ἄρʼ ἔφη τελέεσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι. ἀλλʼ ἴθι, τέκνον ἐμόν, καὶ πείθεο, μηδέ τι λίην ἀζηχὲς μενέαινε κελαινεφέι Κρονίωνι.
Lines 469–480
αἶψα δὲ καρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν. ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ· αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων· πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν ἔβρισʼ· δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι, Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν. ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
Lines 481–492
ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι. αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων, βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων. ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων· αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν. ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα, πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα,
Lines 493–495
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια· πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.