Seba.Health

Works and Days · Lines 1

69 passages · 0 speeches · 40 psychological term instances

Lines 1–12
μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι· ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε, ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι. ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει, ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει, ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει. κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δʼ ἴθυνε θέμιστας τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην. οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλʼ ἐπὶ γαῖαν εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,
Lines 13–24
δʼ ἐπιμωμητή· διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν. μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει, σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλʼ ὑπʼ ἀνάγκης ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν. τὴν δʼ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή, θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων, γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω· ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν. εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν.
Lines 25–36
καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων, καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ. Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ, μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα. ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε, ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν. τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται.
Lines 37–48
ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι. νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ. κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν· ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο, ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα· αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν. ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν, ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·
Lines 49–60
τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά. κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον. τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς· Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας, σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν. τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, κεν ἅπαντες τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες. ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε. Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα
Lines 61–72
γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν· καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας· ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην. ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι. αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς· ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·
Lines 73–84
ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν· πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη. ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δʼ ἄρα φωνὴν θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν. αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν, εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην
Lines 85–96
δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται. αὐτὰρ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν. Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν. αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά. μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
Lines 97–108
ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο. ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται· πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα· νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς. οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι. εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω εὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν. ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.
Lines 109–120
χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες. οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν· ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων· θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν. ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.
Lines 121–132
αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,— τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων, οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν, πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—, δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες, χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα. ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ἐνὶ οἴκῳ. ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,
Lines 133–144
παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς, θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,— τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται, δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—, Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων χάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
Lines 145–156
ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος ἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον ἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν, ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. ὧν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι χαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος. καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο. αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν,
Lines 157–168
αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον, ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν. καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή, τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ, ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο, τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο. ἔνθʼ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε, τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσας Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
Lines 169–180
τηλοῦ ἀπʼ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει. καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες ἐν μακάρων νήσοισι παρʼ Ὠκεανὸν βαθυδίνην, ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα. μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι ἀνδράσιν, ἀλλʼ πρόσθε θανεῖν ἔπειτα γενέσθαι. νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρ παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας· ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν. Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,
Lines 181–192
εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν. οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες, οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ, οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ. αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν χειροδίκαι· ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει. οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου οὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν ἀνέρες αἰνήσουσι· δίκη δʼ ἐν χερσί, καὶ αἰδὼς
Lines 193–204
οὐκ ἔσται· βλάψει δʼ κακὸς τὸν ἀρείονα φῶτα μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται. ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης. καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντʼ ἀνθρώπους Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ θνητοῖς ἀνθρώποισι· κακοῦ δʼ οὐκ ἔσσεται ἀλκή. νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς· ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον ὕψι μάλʼ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·
Lines 205–216
δʼ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι, μύρετο· τὴν ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπεν· δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων· τῇ δʼ εἶς, σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν· δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω. ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν· νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει. ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις. Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε· ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆς ἐγκύρσας ἄτῃσιν· ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν
Lines 217–228
κρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω. αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν. τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, κʼ ἄνδρες ἄγωσι δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας. δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν, ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα, οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν. Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου, τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ· εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς
Lines 229–240
ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς· οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται. τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας· εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν· τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν· θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα. οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα, τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς. πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
Lines 241–252
ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται. τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί. οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτε τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν γε τεῖχος νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν. βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες. τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ
Lines 253–264
ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων· οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν. δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα, κυδρή τʼ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν. καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων, αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι γηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃ δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες. ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκας δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
Lines 265–276
οἷ γʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων, δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη. πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ λήθει, οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει. νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος εἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει· ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα. Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι, καὶ νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν. τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων
Lines 277–288
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς· ἀνθρώποισι δʼ ἔδωκε δίκην, πολλὸν ἀρίστη γίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς· ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ, τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται· ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση. τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·
Lines 289–300
τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται, ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα. οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ φρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω· ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται· ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, δʼ αὖτʼ ἀχρήιος ἀνήρ. ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ
Lines 301–313
αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν· λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί. τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν, οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ ἔσθοντες· σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν, ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί. ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε· καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν. ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος. εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς πλουτεῦντα· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
Lines 314–325
δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον, εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω. αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, αἰδώς, τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν. αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ. χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω. εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται, γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ ἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ· ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον
Lines 326–337
ἀνέρι τῷ, παῦρον δέ τʼ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ. ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ, ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων, ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα, ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν· τῷ δʼ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν ἔργων ἀντʼ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν. ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργʼ ἀεσίφρονα θυμόν. κὰδ δύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσιν ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν·
Lines 338–349
ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι, ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ, ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν, ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος. τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν, τὸν δʼ ἐχθρὸν ἐᾶσαι· τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει· εἰ γάρ τοι καὶ χρῆμʼ ἐγχώριον ἄλλο γένηται, γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί. πῆμα κακὸς γείτων, ὅσσον τʼ ἀγαθὸς μέγʼ ὄνειαρ. ἔμμορέ τοι τιμῆς, ὅς τʼ ἔμμορε γείτονος ἐσθλοῦ. οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη. εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι,
Lines 350–361
αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι, ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς. μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσʼ ἀάτῃσιν. τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι. καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ. δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκεν. δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα. ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, γε, κεἰ μέγα δοίη, χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν· ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας, καί τε σμικρὸν ἐόν, τό γʼ ἐπάχνωσεν φίλον ἦτορ. εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
Lines 362–373
καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο. ὃς δʼ ἐπʼ ἐόντι φέρει, δʼ ἀλέξεται αἴθοπα λιμόν· οὐδὲ τό γʼ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει. οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν. ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ χρηίζειν ἀπεόντος, σε φράζεσθαι ἄνωγα. ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι, μεσσόθι φείδεσθαι· δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ. μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω. καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι. πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας. μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω
Lines 374–385
αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν. ὃς δὲ γυναικὶ πέποιθε, πέποιθʼ γε φηλήτῃσιν. μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν. γηραιὸς δὲ θάνοις ἕτερον παῖδʼ ἐγκαταλείπων. ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον. πλείων μὲν πλεόνων μελέτη, μείζων δʼ ἐπιθήκη. σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν, ὧδʼ ἔρδειν, καὶ ἔργον ἐπʼ ἔργῳ ἐργάζεσθαι. πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθʼ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων. αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα
Lines 386–397
κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου. οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα, πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν, γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα ὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζων πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς. ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω οὐδʼ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,
Lines 398–409
ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο, μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν. δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς, χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις· ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγα φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν. οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα, κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο, χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι, μὴ σὺ μὲν αἰτῇς ἄλλον, δʼ ἀρνῆται, σὺ δὲ τητᾷ, δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.
Lines 410–421
μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν· οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει· αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει. ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ· τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·
Lines 422–433
τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα. ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν, ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω· εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο. τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ. πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς, ἐς οἶκον, κατʼ ὄρος διζήμενος κατʼ ἄρουραν, πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν, εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι. δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον, αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·
Lines 434–445
εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο. δάφνης δʼ πτελέης ἀκιώτατοι ἱστοβοῆες, δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρω ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν, ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω. οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν. τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον, ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι, μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων
Lines 446–457
σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι. κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται. φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης· ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω· δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας· ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν· ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν. φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν, νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης, τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.
Lines 458–469
εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ, δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην, πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι. ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει. νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα. εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ, ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν, ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι ἔνδρυον ἑλκόντων μεσάβων. δὲ τυτθὸς ὄπισθε
Lines 470–481
δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη. ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε, εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι, ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος. εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται. εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν, ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων, ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,
Lines 482–493
οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται. ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο, ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι. εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη· ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν, τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι, μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων· οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι. ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι μήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος. πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
Lines 494–505
ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι, μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς. πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων, χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ. ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη. δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος· οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς. μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα, τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν
Lines 506–517
πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν, ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη· πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη. θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο, τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων. καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει· καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι, οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν
Lines 518–529
ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν. καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν, ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης· εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν. οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι· ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει. καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
Lines 530–541
λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν, ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι, οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται, τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν. καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω, χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα· στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι· τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι, μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα. ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
Lines 542–553
ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας. πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ, δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθεν πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ· ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντος ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις· ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων, ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.
Lines 554–565
τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι, μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ, χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ. ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος, χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις. τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν. ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ. εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ
Lines 566–577
Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος. τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο. τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον. ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων· ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν· φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει. τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
Lines 578–589
ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν, ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου, ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν. ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ, τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος, μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει, αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδη εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος,
Lines 590–601
μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων, καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον, ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς, ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα, κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος, χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ. μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,
Lines 602–613
θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος· καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου, μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται. χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι. εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς, Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς· δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας, πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι
Lines 614–625
δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν. εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ, εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον, δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται· καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ, γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω. νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
Lines 626–637
χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος. ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο· πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι. αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ· καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτον ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι, ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ, πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ· ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας, Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ· οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,
Lines 638–649
ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν· νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ. τύνη δʼ, Πέρση, ἔργων μεμνημένος εἶναι ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα. νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι. μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας. εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα, δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης, οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
Lines 650–661
οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον, εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ποτʼ Ἀχαιοὶ μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα. ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα. τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα, ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς. τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων· ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·
Lines 662–673
Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν. ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο, ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης, ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα, εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι· ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε. τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων· εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι, σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·
Lines 674–685
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας, ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν. ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν· ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα· εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν· ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·
Lines 686–697
χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν. δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγα φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω. μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι· ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι. δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι. δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη. μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος. ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι, μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·
Lines 698–709
δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο. παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς. τὴν δὲ μάλιστα γαμεῖν, τις σέθεν ἐγγύθι ναίει, πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς. οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινον τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν. εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι. μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον· εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς. μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γʼ ἄρχῃ
Lines 710–721
τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας, δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γʼ αὖτις ἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν, δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος. μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι, μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα. μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων. γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης. εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.
Lines 722–733
μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη. μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν· οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς. μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν· αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα· μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν· ἑζόμενος δʼ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς, γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς. μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
Lines 734–745
ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι. μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός. μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα, χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ. ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος, τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω. μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται.
Lines 746–757
μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν, μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη. μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή. μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον, παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ, μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται. μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ. μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων
Lines 758–769
μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι· μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν. ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην. φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι. φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι. εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν. αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,
Lines 770–781
Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ· ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι· ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί, ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι· δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων· τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται· τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον. Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.
Lines 782–793
ἕκτη δʼ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν, ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν, οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι. οὐδὲ μὲν πρώτη ἕκτη κούρῃ γε γενέσθαι ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ· ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ γε κέρτομα βάζειν ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς. μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς. εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.
Lines 794–805
ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε ἄλγεʼ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ. Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι. πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί· ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις. Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν
Lines 806–817
εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται. τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς. εἰνὰς δʼ μέσση ἐπὶ δείελα λώιον ἦμαρ, πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν· ἐσθλὴ μὲν γάρ θʼ γε φυτευέμεν ἠδὲ γενέσθαι ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ. παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι, νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον
Lines 818–828
εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν. τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην ἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων. αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγʼ ὄνειαρ, αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι. ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν. ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ. τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν, ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.