Seba.Health

Shield of Heracles · Lines 1

40 passages · 0 speeches · 27 psychological term instances

Lines 1–12
οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος· ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι. τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων τοῖον ἄηθʼ οἶόν τε πολυχρύσου Ἀφροδίτης. δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην, ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων· μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας, χωσάμενος περὶ βουσί· λιπὼν δʼ γε πατρίδα γαῖαν
Lines 13–24
ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους. ἔνθʼ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης, πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων. τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν· τῶν γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα ἐκτελέσαι μέγα ἔργον, οἱ Διόθεν θέμις ἦεν. τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
Lines 25–36
Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι. ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων, ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός, ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς. ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα· αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·
Lines 37–48
αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως, ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε. οὐδʼ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς· τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν. ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα νούσου ὕπʼ ἀργαλέης καὶ κρατεροῦ ὑπὸ δεσμοῦ, ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν. παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης. δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
Lines 49–60
Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε, οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην· τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα, δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην· τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι, τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι, κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα, τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων. ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον. εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο, τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,
Lines 61–72
ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων. ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων, ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν. ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων· αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην. πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ· πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
Lines 73–84
ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου; κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον· ἥρως Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων, τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν, ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον, κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων· ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον, οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,
Lines 85–96
δίκη ἔσθʼ ἱκέτῃσι, τίον δέ κηρόθι μᾶλλον. ζῶε δʼ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ, ἀλόχῳ· τάχα δʼ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν γεινόμεθʼ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα, σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς, ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα, σχέτλιος· που πολλὰ μετεστεναχίζετʼ ὀπίσσω ἣν ἄτην ὀχέων· δʼ οὐ παλινάγρετός ἐστιν. αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετʼ ἀέθλους. φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχʼ ἡνία φοινικόεντα ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων
Lines 97–108
ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων, μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο, ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος· μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο. τὸν δʼ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος· ἠθεῖʼ, μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος, ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα· οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι. ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχιστα
Lines 109–120
δίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τε μαρνώμεσθʼ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν οὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο, οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης. ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν· καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· ἥρως Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ ὑσμίνη τρηχεῖα· σὺ δʼ ὡς πάρος ἦσθα δαΐφρων, ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην
Lines 121–132
πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι. ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ, Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν· δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότʼ ἔμελλε τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους. θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον δεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην καββάλετʼ ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶ ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες. πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον,
Lines 133–144
μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν. εἵλετο δʼ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ, κρατὶ δʼ ἔπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε, δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν, ἥτʼ εἴρυτο κάρη Ἡρακλῆος θείοιο. χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ οὔτʼ ἔρρηξε βαλὼν οὔτʼ ἔθλασε, θαῦμα ἰδέσθαι. πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τʼ ἐλέφαντι ἠλέκτρῳ θʼ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο. ἐν μέσσῳ δʼ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,
Lines 145–156
ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς· τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων, δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν, σχετλίη, ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν. οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν. τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ. ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο, ἐν δʼ Ὅμαδός τε Φόβος τʼ Ἀνδροκτασίη τε δεδήει, ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δʼ ὀλοὴ Κὴρ
Lines 157–168
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν. εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν, δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα. ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν, δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων, οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν· τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο Ἀμφιτρυωνιάδης, τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα. στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν· κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια. ἐν δὲ συῶν ἀγέλαι χλούνων· ἔσαν ἠδὲ λεόντων
Lines 169–180
ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε. τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γε οὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω. ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν. τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι, ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες. ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε
Lines 181–192
Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος, Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν· ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες. Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε, ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες. καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο. ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης
Lines 193–204
αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων, αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν. ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια, τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν, ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν. ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳ ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς χρυσείῃ φόρμιγγι· θεῶν δʼ ἕδος ἁγνὸς Ὄλυμπος· ἐν δʼ ἀγορή, περὶ δʼ ὄλβος ἀπείριτος ἐστεφάνωτο
Lines 205–216
ἀθανάτων ἐν ἀγῶνι· θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι. ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο κλυζομένῳ ἴκελος· πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες νηχομένοις ἴκελοι· δοιὼ δʼ ἀναφυσιόωντες ἀργύρεοι δελφῖνες ἐθοινῶντʼ ἔλλοπας ἰχθῦς. τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκταῖς ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶν ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς. ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,
Lines 217–228
οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ, θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο. τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα. ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο χαλκέου ἐκ τελαμῶνος· δʼ ὥς τε νόημʼ ἐποτᾶτο· πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου, Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι, ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος κεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα. αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
Lines 229–240
Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετʼ αὐτὸν Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε δοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα. λίχμαζον δʼ ἄρα τώ γε· μένει δʼ ἐχάρασσον ὀδόντας ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δʼ ὑπὲρ αὐτέων ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες, τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.
Lines 241–252
πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες μάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς, ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο. ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν, ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας, δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
Lines 253–264
κείμενον πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ βάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇεν Τάρταρον ἐς κρυόενθʼ. αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω, ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι. Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· μὲν ὑφήσσων Ἄτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλʼ ἄρα γε τῶν γε μὲν ἀλλάων προφερής τʼ ἦν πρεσβυτάτη τε. πᾶσαι δʼ ἀμφʼ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο. δεινὰ δʼ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι, ἐν δʼ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο. πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,
Lines 265–276
χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα, γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν. τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν αἷμʼ ἀπελείβετʼ ἔραζʼ· δʼ ἄπλητον σεσαρυῖα εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους, δάκρυσι μυδαλέη. παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν· χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει· τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε χερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι
Lines 277–288
πρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο. τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ. αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα. ἔνθεν δʼ αὖθʼ ἑτέρωθε νέοι κώμαζον ὑπʼ αὐλοῦ, τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇ τοί γε μὲν αὖ γελόωντες ὑπʼ αὐλητῆρι ἕκαστος πρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε ἀγλαΐαι τʼ εἶχον. τοὶ δʼ αὖ προπάροιθε πόληος νῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δʼ ἀροτῆρες ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας ἐστάλατʼ. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
Lines 289–301
αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα, βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν· οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν, οἳ δʼ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες, οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων, βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν. οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο, σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι, βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε. οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο
Lines 302–313
πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό, ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι. πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν. οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον. τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος, χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
Lines 314–325
ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς, πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατʼ αὐτὸν κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο. θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε, ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου, εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο, κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα. ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
Lines 326–337
καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα· χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο· νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν· εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς, τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο, αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας, ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο ὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ· ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.
Lines 338–349
ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων, νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα, ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς ῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο. ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη αἰγίδʼ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα. τοὶ δʼ ἄμυδις προγένοντʼ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ, Κύκνος θʼ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς. τῶν ἵπποι μὲν ἔπειθʼ ὑπεναντίοι ἀλλήλοισιν ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ. τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
Lines 350–361
Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους ἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν; ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω ἐς Κήυκα ἄνακτα· γὰρ δυνάμι τε καὶ αἰδοῖ Τρηχῖνος προβέβηκε, σὺ δʼ εὖ μάλα οἶσθα καὶ αὐτός· τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν. πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν. ἤδη μέν τέ φημι καὶ ἄλλοτε πειρηθῆναι ἔγχεος ἡμετέρου, ὅθʼ ὑπὲρ Πύλου ἠμαθόεντος ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
Lines 362–373
τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα. πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ. ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη χερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα. ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους. δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖαν παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος. ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους· τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.
Lines 374–385
ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο πέτραι ἀποθρῴσκωσιν, ἐπʼ ἀλλήλῃς δὲ πέσωσι, πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται, ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες. πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα φωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς. κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας, σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
Lines 386–397
οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον, ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν· τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου. ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν ἄρχεται, τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση, καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
Lines 398–409
τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι τούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται, οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος· τὴν ὥρην μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι, δεινὴ δέ σφʼ ἰαχὴ ἄραβός θʼ ἅμα γίγνετʼ ὀδόντων· οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι, πέτρῃ ἔφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται αἰγὸς ὀρεσσινόμου ἀγροτέρης ἐλάφοιο πίονος, ἥν τʼ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δʼ ἀπαλήσεται ἄλλῃ
Lines 410–421
χώρου ἄιδρις ἐών· οἳ δʼ ὀτραλέως ἐνόησαν, ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο· ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν. ἔνθʼ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος, οὐδʼ ἔρρηξεν χαλκόν· ἔρυτο δὲ δῶρα θεοῖο. Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη, μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου ἤλασʼ ἐπικρατέως· ἀπὸ δʼ ἄμφω κέρσε τένοντε ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός. ἤριπε δʼ, ὡς ὅτε τις δρῦς ἤριπεν ὅτε πεύκη
Lines 422–433
ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ· ὣς ἔριπʼ· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. τὸν μὲν ἔπειτʼ εἴασε Διὸς ταλακάρδιος υἱός, αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας, δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας, ὅς τε μάλʼ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα· ἐμ μένεος δʼ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ· γλαυκιόων δʼ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι· τοῖος ἄρʼ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
Lines 434–445
ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων, ἐσσυμένως· δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ· ἀμφότεροι δʼ ἰάχοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν. ὡς δʼ ὅτʼ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ, μακρὰ δʼ ἐπιθρῴσκουσα κυλίνδεται, δέ τε ἠχῇ ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν ὑψηλός· τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει· τόσσῃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης κεκληγὼς ἐπόρουσεν· δʼ ἐμμαπέως ὑπέδεκτο. αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδʼ ἔχουσα· δεινὰ δʼ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα·
Lines 446–457
Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους· οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν· ἀλλʼ ἄγε παῦε μάχην, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο. ὣς ἔφατʼ· ἀλλʼ οὐ πεῖθʼ Ἄρεος μεγαλήτορα θυμόν, ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τʼ ἔγχεα πάλλων καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ κακτάμεναι μεμαώς· καί ῥʼ ἔμβαλε χάλκεον ἔγχος, σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος, ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη ἔγχεος ὁρμὴν ἔτραπʼ ὀρεξαμένη ἀπὸ δίφρου. δριμὺ δʼ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δʼ ἄορ ὀξὺ
Lines 458–469
ἔσσυτʼ ἐφʼ Ἡρακλέα κρατερόφρονα· τὸν δʼ ἐπιόντα Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς, μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο οὔτασʼ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ. τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους ἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειτα ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον. υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος Κύκνον σκυλεύσαντες ἀπʼ ὤμων τεύχεα καλὰ νίσσοντʼ· αἶψα δʼ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
Lines 470–480
ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη ἐξίκετʼ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός. Κύκνον δʼ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων, οἵ ῥʼ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τʼ Ἰαωλκὸν Ἄρνην τʼ ἠδʼ Ἑλίκην· πολλὸς δʼ ἠγείρετο λαός, τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν. τοῦ δὲ τάφον καὶ σῆμʼ ἀιδὲς ποίησεν Ἄναυρος ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων Λητοΐδης ἤνωξʼ, ὅτι ῥα κλειτὰς ἑκατόμβας ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.